Proverbs 14

1σοφαὶ γυναῖκες ᾠκοδόμησαν οἴκους, δὲ ἄφρων κατέσκαψεν ταῖς χερσὶν αὐτῆς. 2 πορευόμενος ὀρθῶς φοβεῖται τὸν κύριον, δὲ σκολιάζων ταῖς ὁδοῖς αὐτοῦ ἀτιμασθήσεται. 3ἐκ στόματος ἀφρόνων βακτηρία ὕβρεως, χείλη δὲ σοφῶν φυλάσσει αὐτούς. 4οὗ μή εἰσιν βόες, φάτναι καθαραί· οὗ δὲ πολλὰ γενήματα, φανερὰ βοὸς ἰσχύς. 5μάρτυς πιστὸς οὐ ψεύδεται, ἐκκαίει δὲ ψεύδη μάρτυς ἄδικος. 6ζητήσεις σοφίαν παρὰ κακοῖς καὶ οὐχ εὑρήσεις, αἴσθησις δὲ παρὰ φρονίμοις εὐχερής. 7πάντα ἐναντία ἀνδρὶ ἄφρονι, ὅπλα δὲ αἰσθήσεως χείλη σοφά. 8σοφία πανούργων ἐπιγνώσεται τὰς ὁδοὺς αὐτῶν, ἄνοια δὲ ἀφρόνων ἐν πλάνῃ. 9οἰκίαι παρανόμων ὀφειλήσουσιν καθαρισμόν, οἰκίαι δὲ δικαίων δεκταί. 10καρδία ἀνδρὸς αἰσθητική, λυπηρὰ ψυχὴ αὐτοῦ· ὅταν δὲ εὐφραίνηται, οὐκ ἐπιμείγνυται ὕβρει. 11οἰκίαι ἀσεβῶν ἀφανισθήσονται, σκηναὶ δὲ κατορθούντων στήσονται. 12ἔστιν ὁδὸς δοκεῖ ὀρθὴ εἶναι παρὰ ἀνθρώποις, τὰ δὲ τελευταῖα αὐτῆς ἔρχεται εἰς πυθμένα ᾅδου. 13ἐν εὐφροσύναις οὐ προσμείγνυται λύπη, τελευταία δὲ χαρὰ εἰς πένθος ἔρχεται. 14τῶν ἑαυτοῦ ὁδῶν πλησθήσεται θρασυκάρδιος, ἀπὸ δὲ τῶν διανοημάτων αὐτοῦ ἀνὴρ ἀγαθός. 15ἄκακος πιστεύει παντὶ λόγῳ, πανοῦργος δὲ ἔρχεται εἰς μετάνοιαν. 16σοφὸς φοβηθεὶς ἐξέκλινεν ἀπὸ κακοῦ, δὲ ἄφρων ἑαυτῷ πεποιθὼς μείγνυται ἀνόμῳ. 17ὀξύθυμος πράσσει μετὰ ἀβουλίας, ἀνὴρ δὲ φρόνιμος πολλὰ ὑποφέρει. 18μεριοῦνται ἄφρονες κακίαν, οἱ δὲ πανοῦργοι κρατήσουσιν αἰσθήσεως. 19ὀλισθήσουσιν κακοὶ ἔναντι ἀγαθῶν, καὶ ἀσεβεῖς θεραπεύσουσιν θύρας δικαίων. 20φίλοι μισήσουσιν φίλους πτωχούς, φίλοι δὲ πλουσίων πολλοί. 21 ἀτιμάζων πένητας ἁμαρτάνει, ἐλεῶν δὲ πτωχοὺς μακαριστός. 22πλανώμενοι τεκταίνουσι κακά, ἔλεον δὲ καὶ ἀλήθειαν τεκταίνουσιν ἀγαθοί. οὐκ ἐπίστανται ἔλεον καὶ πίστιν τέκτονες κακῶν, ἐλεημοσύναι δὲ καὶ πίστεις παρὰ τέκτοσιν ἀγαθοῖς. 23ἐν παντὶ μεριμνῶντι ἔνεστιν περισσόν, δὲ ἡδὺς καὶ ἀνάλγητος ἐν ἐνδείᾳ ἔσται. 24στέφανος σοφῶν πανοῦργος, δὲ διατριβὴ ἀφρόνων κακή. 25ῥύσεται ἐκ κακῶν ψυχὴν μάρτυς πιστός, ἐκκαίει δὲ ψεύδη δόλιος. 26ἐν φόβῳ κυρίου ἐλπὶς ἰσχύος, τοῖς δὲ τέκνοις αὐτοῦ καταλείπει ἔρεισμα. 27πρόσταγμα κυρίου πηγὴ ζωῆς, ποιεῖ δὲ ἐκκλίνειν ἐκ παγίδος θανάτου. 28ἐν πολλῷ ἔθνει δόξα βασιλέως, ἐν δὲ ἐκλείψει λαοῦ συντριβὴ δυνάστου. 29μακρόθυμος ἀνὴρ πολὺς ἐν φρονήσει, δὲ ὀλιγόψυχος ἰσχυρῶς ἄφρων. 30πραύθυμος ἀνὴρ καρδίας ἰατρός, σὴς δὲ ὀστέων καρδία αἰσθητική. 31 συκοφαντῶν πένητα παροξύνει τὸν ποιήσαντα αὐτόν, δὲ τιμῶν αὐτὸν ἐλεᾷ πτωχόν. 32ἐν κακίᾳ αὐτοῦ ἀπωσθήσεται ἀσεβής, δὲ πεποιθὼς τῇ ἑαυτοῦ ὁσιότητι δίκαιος. 33ἐν καρδίᾳ ἀγαθῇ ἀνδρὸς σοφία, ἐν δὲ καρδίᾳ ἀφρόνων οὐ διαγινώσκεται. 34δικαιοσύνη ὑψοῖ ἔθνος, ἐλασσονοῦσι δὲ φυλὰς ἁμαρτίαι. 35δεκτὸς βασιλεῖ ὑπηρέτης νοήμων, τῇ δὲ ἑαυτοῦ εὐστροφίᾳ ἀφαιρεῖται ἀτιμίαν.
Copyright information for LXX